Πέμπτη, 5 Απριλίου 2018


Σταυρωθέντος σου Χριστέ, πᾶσα ἡ Κτίσις βλέπουσα ἔτρεμε, τὰ θεμέλια τῆς γῆς, διεδονήθησαν φόβῳ τοῦ κράτους σου, σοῦ γὰρ ὑψωθέντος σήμερον, γένος Ἑβραίων ἀπώλετο, τοῦ Ναοῦ τὸ καταπέτασμα, διεῤῥάγη διχῶς, τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ νεκροὶἐκ τῶν τάφων ἐξανέστησαν. Ἑκατόνταρχος ἰδὼν τὸ θαῦμα, ἔφριξε, παρεστῶσα δὲἡ Μήτηρ σου, ἐβόα θρηνῳδοῦσα μητρικῶς, Πῶς μὴ θρηνήσω, καὶ τὰ σπλάγχνα μου τύψω, ὁρῶσά σε γυμνόν, ὡς κατάκριτον ἐν ξύλῳ κρεμάμενον; Ὁ σταυρωθεὶς καὶ ταφείς, καὶἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου